Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.374 Joseph. AJ 18.378 (English) >>Joseph. AJ 19.1

18.376οἱ δὲ ἐπείθοντο ἄσμενοι. ἐγίνοντο οὖν ἀφʼ ἑκατέρων λόγοι καὶ τῶν πρώτων παρʼ ἑκατέροις ἀνδρῶν πρασσόντων ἐπιδιαλλαγὰς τάχιστα σύμβασις ἐγένετο, ὁμονοήσαντές τε μέγα τεκμήριον ἑκάτεροι εὐνοίας παρʼ ἀλλήλοις ἠξίουν παρασχεῖν τὸ πρὸς τοὺς Ἰουδαίους ἔχθος, ἐπιπεσόντες τε αἰφνίδιον αὐτοῖς κτείνουσι μυριάδας ὑπὲρ πέντε ἀνδρῶν, ἀπώλοντό τε πάντες πλὴν εἴ τινες ἐλέῳ φίλων γειτόνων ἐπιχωρηθὲν αὐτοῖς ἔφυγον. 18.377τούτοις δὲ ἦν εἰς Κτησιφῶντα ἀποχώρησις πόλιν Ἑλληνίδα καὶ τῆς Σελευκείας πλησίον κειμένην, ἔνθα χειμάζει τε βασιλεὺς κατὰ πᾶν ἔτος καὶ πλείστη τῆς ἀποσκευῆς αὐτοῦ τῇδε ἀποκειμένη τυγχάνει. ἀσύνετα δὲ ἦν αὐτοῖς τὴν ἵδρυσιν πεποιημένοις τιμῇ τῆς βασιλείας Σελευκέων πεφροντικότων. 18.378ἐφοβήθη δὲ καὶ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος τούς τε Βαβυλωνίους καὶ τοὺς Σελευκεῖς, ἐπειδὴ καὶ ὁπόσον ἦν Σύρων ἐμπολιτεῦον τοῖς τόποις ταὐτὸν ἔλεγον τοῖς Σελευκεῦσιν ἐπὶ πολέμῳ τῷ πρὸς τοὺς Ἰουδαίους. 18.379καὶ συνελέγησαν ὥστε πολὺ εἴς τε τὰ Νέερδα καὶ τὴν Νίσιβιν ὀχυρότητι τῶν πόλεων κτώμενοι τὴν ἀσφάλειαν, καὶ ἄλλως πληθὺς ἅπασα μαχίμων ἀνδρῶν κατοικεῖται. καὶ τὰ μὲν κατὰ Ἰουδαίους τοὺς ἐν τῇ Βαβυλωνίᾳ κατῳκημένους τοιαῦτα ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.374 Joseph. AJ 18.378 (English) >>Joseph. AJ 19.1

Powered by PhiloLogic